Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.43 Dem. 37.47 (English) >>Dem. 37.49

37.45βούλομαι δʼ ὑμῖν καὶ διʼ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵνʼ εἰδῆθʼ ὅτι καὶ νῦν οὐδὲν οὔτʼ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει. πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε· ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότʼ ἐκεῖνον σεσυκοφαντῆσθαι. οὗτος γὰρ ᾐτιάσατʼ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντʼ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον. 37.46καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρʼ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἀποτεῖσαι, τῷ δʼ ἐπεξιόντι μετʼ οὐδεμιᾶς ζημίας βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδʼ εἰσήγγειλεν οὔτʼ ἔμʼ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην. 37.47ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφʼ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαιʼ ἐπιδείξαντʼ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδʼ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμʼ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν· δʼ ὀργὴ <> παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφʼ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.43 Dem. 37.47 (English) >>Dem. 37.49

Powered by PhiloLogic